- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 52

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 52)

καὶ ὁ Κύνουλκος ὀργισθεὶς γάστρων, ἔφη, καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται·? εἴρηται, οὐκ εἴρηται· ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων, ὡς ἀν ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν· καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα σ321 εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλης εἰπών παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην εἰς βαλανεῖον δέ ποτε πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ποῖ δή· σ32 ἀπολούμενος, ἦν δ ἐγώ, ἐπείγομαι·

κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ὦ ἑταῖροι φίλτατοι - πρὸς γὰρ ὑμᾶς εἰρήσεται τἀληθῆ προσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε: "τί τοῦτο, Οὐλπιανέ·

ἔλεγε. "τί δὲ σύ· ἔφασκον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION