호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νόμοσ δὲ λείψαν’ ἐκβάλλειν κυσίν, ἐν Κρήσσαισ ὁ Εὐριπίδησ ἔφη. πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντεσ ὅπερ ὁ θεῖοσ Πλάτων ἔφη ἐν ΠρωταγόρᾳΣ32 ’ τὸ περὶ ποιήσεωσ διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖσ συμποσίοισ τοῖσ τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοισ δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆσ ἑαυτῶν φωνῆσ καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίασ τιμίασ ποιοῦσι τὰσ αὐλητρίδασ, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆσ ἐκείνων φωνῆσ ἀλλήλοισ ξύνεισιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기