호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν.? ἔφη γὰρ ὁ Διονυσοκλῆς: "Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη: "κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι. καὶ ὁ Λεωνίδης: "δήμων ἐν δ Ἀτθίδος Σ32 Ἀφείδαντα, φησί, βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. "ἐφ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει, ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. "καὶ τοῦτ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι: "τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기