호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι καὶ μὴν τὸ δεῖν, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά.? καὶ ἐν Γηρυτάδῃ : ἀκροκώλι, ἄρτοι, κάραβοι. Ἀντιφάνης Κορινθίᾳ: ἔπειτα κἀκροκώλιον ὑειόν Ἀφροδίτῃ· γελοῖον. β. ἀγνοεῖς: ἐν τῇ Κύπρῳ δ οὕτω φιληδεῖ ταῖς ὑσίν, ὦ δέσποθ, ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν. ὅτι δ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε: "Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.
Φερεκράτης δ ἐν Μεταλλεῦσι: σχελίδες δ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ ἀκροκώλια. Ἄλεξις Κυβευταῖς: ἠριστηκότων σχεδόν τι δ ἡμῶν ἐξ ἀκροκωλίου τινός, κἀν Παννυχίδι ἢ Ἐρίθοισιν ι ἡμίοπτα μὲν τὰ κρεᾴδι ἐστί, τὸ περίκομμ ἀπόλλυται, ὁ γόγγρος ἑφθός, τὰ δ ἀκροκώλι οὐδέπω. τῶν δ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ :
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ ἡμῖν. β. καὶ δῆθ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος, ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν. Ἀντιφάνης Παρασίτῳ: : χοιρίων σκέλη καπύρ. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν, ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς. Ἐκφαντίδης δ ἐν Σατύροις:
: πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός. γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων ἅλις ἀφύης μοι: παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρετ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου κόλλοπὰ τιν εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기