- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 43

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 43)

Μνησίθεος δ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν:? "ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. "διόπερ αἱ μὲν ὑγρότητες ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν, τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα, καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας δι ὧν ἔκλυτος ἡ κοιλία γίνεται, τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὐόδα. "ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION