호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους.? "τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. "ὧν λεπτότεραι μὲν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. "οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί: "κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί, αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι, οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις, καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι: "εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλως δυσουροῦσιν εὔθετοι. "οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι, λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί: "κρείττονες δ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ ἀνθράκων ὀπτώμενοι. "Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν:
"ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο. "τῶν δὲ κτενῶν ἁπαλώτεροι μὲν εἰσιν οἱ λευκοί:
"ἄβρομοι γάρ καὶ εὐκοίλιοι. "τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. "κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως. μνημονεύει δ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι: λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε. "αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι κατὰ τοὺς τόπους, αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι.
"τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. "αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι. "ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. "προσηνέστεροι δ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες τι ἀφιέντες. "οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν οἱ δ ἐπὶ τοῦ σκοπέλου: "τῆς Σικελίας κοιλίας λυτικοί. Ἀριστοτέλης δέ φησι τῶν ἐχίνων πλείω γένη εἶναι:
ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν, μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως: δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί: καρκίνοι θ ἵκοντ ἐχῖνοὶ θ, οἳ καθ ἁλμυρὰν ἅλα νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δὲ ἐμπορεύονται μόνοι. Δημήτριος δ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου Λάκωνὰ φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν:
"ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ αὖτις ἔτι κα λάβοιμι. ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ιὤν ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως ἀλλ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας: ὃς εὖτ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ, στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
"τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. "εἰσὶ δὲ σκληροὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. "αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. "ἐοίκασι δ αὐταῖς καὶ οἱ κήρυκες: "ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ: "διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι: "δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι, τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι, διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. "αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος: "ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασὶν τ ἐπιτήδειον. "τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ, κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. "γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα, τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. "τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기