- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 39

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 39)

"τὸν αὐτὸν δὲ τρόπον γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη:? "αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι. τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως: ἔχε τὸν πρῶτον πάντων ἴφυα φῦναι εἶθ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.

καὶ ἐν Σφηξί. Φερεκράτης δ ἐν Αὐτομόλοις: κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. "ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος: "κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται. ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτὴν ὑφ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται: τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη.

κατ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως : ὄστρει, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι. τὸ δ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται: ἀλλ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION