호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἱ μὲν καρίδιον, αἱ δὲ καρκίνιον οὗ στερόμεναι θᾶττον διαφθείρονται.? τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ ὁ Σολεὺς ἐκ τοῦ ε περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς: "καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ ἰδίαν οὐ δυνάμενα συμμένειν. "ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός, καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἡ δὲ δηχθεῖσα συμμύει. "καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ. φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι.
"πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἱο῀ν λεπάδες καὶ νηρῖται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기