- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 37

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 37)

φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγὴν ἄλλοι δ ἀπὸ τοῦ ζῴου.? "τοῦ ἐάρος, ὑπὸ κύνα δ οὐχ ἁλίσκονται: "οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. "τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. "ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα, νέμονται δ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα, τα δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. "μακρόβια δ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. "αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION