- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 36

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 36)

προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος:? "αἱ μὲν οὖν πορφύραι τοῦ ἐάρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν: "τοῦτο δ ἐστὶν οἱο῀ν κηρίον, ἀλλ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως, τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι: "κηριάζουσι γὰρ καὶ οὗτοι, ἀφιᾶσι δ ἀρχόμεναι κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται, ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ ἰχῶρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. "ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. "ἐστὶ δὲ τῶν πορφυρῶν γένη πλείονα: "καὶ ἔνιαι μὲν μεγάλαι, οἱο῀ν αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἱ δὲ μικραί, οἱο῀ν ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. "καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ ἐρυθρὸν μικρόν, γίνονται δ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. "αἱ δ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. "ἔτι δ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION