- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 35

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 35)

αἱ βάλανοι δ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι.? τὰ δ ὠτάρια - γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. Ἀντίγονος δ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα: πολύτροφα δ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. "πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος, πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος.

"ἐστὶ δ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ τραχυόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ ἐξ ἀμφοῖν κόγχη. τὸ δ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα.

"αἱ μὲν πορφύραι περὶ τὸ ἐάρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. "τὰ ὀστρακόδερμα ἐν τῷ ἐάρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων, οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὡρ´αις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων ἐκεῖνοι δ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὡρ´αν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION