호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς.? Ἀριστοφάνης Βαβυλωνίοις: ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων. Τηλεκλείδης δ ἐν Ἡσιόδοις κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις: "αἵ γα μὰν κόγχαι, ὥσπερ αἲ κ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει. ἀρσενικῶς δὲ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ: κόγχοι μύες κὤστρεια. Ἀριστώνυμος Θησεῖ: κόγχος ἦν βάπτων αὐλῶν ὁμοίως. παραπλησίως δ εἴρηκε καὶ Φρύνιχος Σατύροις.
Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους: τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ ἐν ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς, τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기