- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 31

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 31)

ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ ἰσωνία κόγχος, ἃν τέλλιν καλέομες:? ἐστὶ δ ἅδιστον κρέας. τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ. , φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή: πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον, ἧς ἐπὶ τέλει γεγράφθαι ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς. ὁ δ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας: τὰ παιδάρια δὲ ἡνίκ Σ32ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ ἀλλ ἴσχε: τελλίνης γὰρ ἐξαίφνης μέ τις ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.

πάλιν δ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι: τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα. παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται: "μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος. ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν χηράμβας ὀνομάζει, καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται, τοῦ δ ἀναρίτου Ἴβυκος. καλεῖται δ ὁ ἀναρίτης καὶ ἀνάρτας.

κοχλιῶδες δὲ ὀ`ν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ ἐν Συνεργαζομέναις: προσφὺς ὅκως τις χοιράδων ἀναρίτης. εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION