- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 30

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 30)

ἑξῆς δὲ τοῖς προειρημένοις κατ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ εὐμαρέα:? μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μὲν ἐντ ἐπέσθειν, ἐμπαγῆμεν δ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας: ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ ἰσωνία: ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ, ἁμὲς δὲ λεύκας τοὶ θεοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION