호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται.? Ἀντιφάνης μὲν ἐν Βοιωτίδι: καὶ περὶ μὲν ὄψου γ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους, ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. β. καλά γε. α. καλὰ δῆτ, ὦ θεοί: νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ ἀφιγμένον εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. β. παρ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Φωσφόρον, φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ εἶναι: τρία μόνον ἐστίν.
α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Ἔριφος δ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει: β. παρ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν, ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ εἶναι: τρία μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ, τίθημι: λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι. β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας καὶ τάσδ ἐκόμισας· α. οὐ γάρ εἶχον πλείονας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기