- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 22

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 22)

Ἕρμων δ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα.? πολέμων δ ἐν ε τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ: "μεῖον ἢ κοδύμαλον. Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β τῆς ἱστορίας. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν ὡρ´ιον οἱά῀ τε μῆλον, ὅ τ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.

μνημονεύει δ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως : αὐτίχ ὅ γ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου. ὅτι δ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν α Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν ε περὶ νεῶν καταλόγου.

Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τὰ τ ἀέξεται ἠνεμοέσσῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION