호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δίφιλος δ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν, τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει:? τὰ δ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ. τὰ σπάνυδρα δ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα. πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν: "ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἱο῀ν ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὡρ´ας ἕξει. Δημήτριος δ ὁ Σκήψιος ἐν τῷ ιε τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας.
Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδὸν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὐήχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε:
σῦκον μετ ἰχθύν, ὄσπρεον μετὰ κρέα. σῦκα φίλ ὀρνίθεσσι, φυτεύειν δ οὐκ ἐθέλουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기