호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο.? Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν ἢν δ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων, ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων: "βασιλεῦ, σὺ δ ἐπ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ ὑδροποτέουσιν: "οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο οὐθὲν ἀγαθόν. "Φίλιππος, φησίν, ὁ Περσέως πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. "διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων. καὶ Ἀνάνιος δ ὁ ἰαμβοποιὸς ἔφη:
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν καὶ σῦκα βαιὰ καὶ δύ ἢ τρεῖς ἀνθρώπους, γνοίη χ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω. τοσαῦτα τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기