- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 117

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 117)

περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ λελεγμένων τί ἂν καὶ λέγοι τις·? ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς ἡ τοῦ Πατρόκλου ψυχὴ Αἴδόσδε κατῆλθεν ὃν πότμον γοόωσα, λιποῦσ1 ἀνδροτῆτα καὶ ἥβην. εἰ δ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν ἐσχήκαμεν ἀπ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν·

ὧν γὰρ μήτ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτ αἴσθησις εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθανασίας· οἱ δὲ συντεθέντες ὑπ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν· καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι.

νόμος γάρ ἐστιν, ὥς φησιν Ἀριστοτέλης, λόγος ὡρισμένος καθ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος,1 τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν· ὁ δ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας:

εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δ ἡμᾶς, τί πλέον· ἐοίκεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν ἃ πείσει: λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION