호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῷ Μένωνι καὶ τοὺς μεγίστους παρ Ἀθηναίοις γενομένους Ἀριστείδην καὶ Θεμιστοκλέα, Μένωνα δὲ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα.? ἐν δὲ τῷ Εὐθυδήμῳ Εὐθύδημον καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονυσόδωρον προπηλακίζων καὶ καλῶν ὀψιμαθεῖς ἔτι τε ἐριστὰς ὀνομάζων ὀνειδίζει αὐτοῖς καὶ τὴν ἐκ Χίου τῆς πατρίδος φυγήν, ἀφ ἧς ἐν Θουρίοις κατῳκίσθησαν. ἐν δὲ τῷ περὶ Ἀνδρείας Μελησίαν τὸν Θουκυδίδου τοῦ ἀντιπολιτευσαμένου Περικλεῖ καὶ Λυσίμαχον τὸν Ἀριστείδου τοῦ δικαίου, τῆς τῶν πατέρων ἀρετῆς ἀναξίους εἶναι φάσκων. ἃ δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, ἔν τε τῷ προτέρῳ τῶν εἰς αὐτὸν διαλόγων ὁ γὰρ δεύτερος ὑπό τινων Ξενοφῶντος εἶναι λέγεται, ὡς καὶ ἡ Ἀλκυὼν Λέοντος τοῦ Ἀκαδημαικοῦ, ὥς φησι Νικίας ὁ Νικαεύς.
τὰ μὲν οὖν κατὰ Ἀλκιβιάδου λεχθέντα σιωπῶ: καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας, καὶ τὸν ἀδελφὸν δὲ τοῦ Ἀλκιβιάδου Κλεινίαν μαινόμενόν τε ἀποκαλεῖ καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον,2 καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δ αὐτὸν ἀποδύσαντας θεωρεῖν ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기