호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταβαίτη.? Ἀμύντας ἐν τῷ πρώτῳ τῶν τῆς Ἀσίας Σταθμῶν περὶ τοῦ ἀερομέλιτος καλουμένου διαλεγόμενος γράφει οὕτως: "σὺν τοῖς φύλλοις δρέποντες συντιθέασιν εἰς παλάθης Συριακῆς τρόπον πλάττοντες, οἱ δὲ σφαίρας ποιοῦντες. "καὶ ἐπειδὰν μέλλωσι προσφέρεσθαι, ἀποκλάσαντες ἀπ αὐτῶν ἐν τοῖς ξυλίνοις ποτηρίοις οὓς καλοῦσι ταβαίτας, προβρέχουσι καὶ διηθήσαντες πίνουσι. "καὶ ἔστιν ὅμοιον ὡς ἂν εἴ τις μέλι πίνοι διεὶς τούτου δὲ καὶ πολὺ ἥδιον. τραγάλαφος. οὕτω τινὰ καλεῖται ποτήρια ὧν μνημονεύει Ἄλεξις μὲν ἐν Κονιατῇ : κυμβία, φιάλαι, τραγέλαφοι, κύλικες.
Εὔβουλος δ ἐν Κατακολλωμένῳ ὁ : ἀλλ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο. Μένανδρος δ ἐν Ἁλιεῖ φησι: τραγέλαφοι, λαβρώνιοι. Ἀντιφάνης Χρυσίδι: σαπροπλούτῳ δ, ὡς λέγουσι, νυμφίῳ, κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους, ζεύγη, καμήλους, στρώματ, ἀργυρώματα, φιάλας, τριήρεις, τραγελάφους, καρχήσια, γαυλοὺς ὁλοχρύσους. β.
πλοῖα· α. τοὺς κάδους μὲν οὖν καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες. τριήρης, ὅτι καὶ τριήρης εἶδος ἐκπώματος Ἐπίνικος ἐν Ὑποβαλλομέναις δεδήλωκε. προείρηται δὲ τὸ μαρτύριον. ὑστιακόν. ποτήριον ποιόν, Ῥίνθων ἐν Ἡρακλεῖ: ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ καθαρῶν τ ἀλήτων κἀλφίτων ἀπερρόφεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기