- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 101

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 101)

τὸ δὲ σκύφος ὠνομάσθη ἀπὸ τῆς σκαφίδος.? καὶ τοῦτο δ ἐστὶν ὁμοίως ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρὸν δεχόμενον, ὡς καὶ παρ Ὁμήρῳ λέγεται: ναῖον δ ὀρῷ ἄγγεα πάντα γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖς ἐνάμελγεν. εἰ μὴ σκύφος οἱο῀ν σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ιἑρώνυμος δ ὁ Ῥόδιος ἐν τῷ περὶ Μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί: συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ.

ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου Ἡρακλέους τῷ γένει: διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφορὰν ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός, μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν λόγον πρὸς τοὺς Διοσκόρους, καλῶν αὐτοὺς ἐπὶ ξένια: οὐ βοῶν πάρεστι σώματ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν οἶνος ἡδύς.

διήνεγκαν δὲ μετὰ τοὺς Βοιωτίους οἱ Ῥοδιακοὶ λεγόμενοι Δαμοκράτους δημιουργήσαντος. τρίτοι δ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δ ὁ σκύφος ὑπὸ Ἠπειρωτῶν, ὥς φησι Σέλευκος, γυρτός,2 ὑπὸ δὲ Μηθυμναίων, ὡς Παρμένων φησὶν ἐν τῷ περὶ διαλέκτου, σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλίδας ὁ Λακεδαιμόνιος Σκύφος,5 ὥς φησιν Ἔφορος ἐν τῇ ὀκτωκαιδεκάτῃ λέγων οὕτως :

"Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου, διόπερ Δερκυλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι: "ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. "διὸ καὶ Σκύφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION