- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 87

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 87)

ὀξύβαφον.? ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ τὸ ὄξους δεκτικὸν σκεῦος : ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως: πῶς τις αὐτόν, πῶς τις ἂν ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου· ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν καὶ τἄλλα πάντ ἀγγεῖα τὰ περὶ τὸν πότον, κοὐδ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. λέγει:

τοῦτο μέν σοι πείσομαι. καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,4 τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἰή ἢ ἐκπέταλον ποτήριον.

μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι: καὶ πιεῖν χωρὶς μέτρω ὀξύβαφον εἰς τὸ κοινὸν εἶθ ὑπώμνυτο ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον, τὸ δ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION