호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κύλιξ.? Φερεκράτης Δουλοδιδασκάλῳ· νυνὶ δ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν, ἔγχει τ ἐπιθεὶς τὸν ἡθμόν ταῦτα δ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε: ὦ Θρασύβουλ, ἐρατᾶν ὄχημ ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἰή συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι κέντρον. αἱ δ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος: αὐτὴ δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ,5 ἡ εἰς ὀξὺ ἀνηγμένη, οἱοῖ` εἰσιν οἱ ἄμβικες καλούμενοι, τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου:
φοξὸς ἐήν κεφαλήν. καὶ ἔστιν οἱο῀ν φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기