호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κότυλος.? τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει. Διόδωρος δ ἐν τῷ πρὸς Λυκόφρονα παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. "κότυλον οἴνου πλέων" λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς: τόν τε κότυλον πρῶτον ἤνεγκ ἐνέχυρον τῶν γειτόνων. φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις. Εὔβουλος δ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις: ὁ δ ἱερεὺς Εὐήγορος ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ. Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ εἶναι Διονύσου. πολέμων δ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί: "μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἂν ὦσι τὸ κέρνος περιενηνοχότες. "τοῦτο δ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους: ": "ἔνεισι δ ἐν αὐτοῖς ὁρ´μινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὀιόν ἔριον ἄπλυτον. "ὁ δὲ τοῦτο βαστάσας οἱο῀ν λικνοφορήσας τούτων γεύεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기