- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 51

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 51)

κέρας.? τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν ἀφ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι : νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος, οἱονεὶ κερατήρ, ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευή, καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν ποιητῶν δὲ πολλοὶ παράγουσι πίνοντας τοὺς ἀρχαίους κέρασι. Πίνδαρος μὲν ἐπὶ τῶν Κενταύρων λέγων ἀνδροδάμαντα δ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο. καὶ Ξενοφῶν δ ἐν τῇ ζ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως: "ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ αὐροῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.

ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι: "κατακείμενοι δ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις. Αἰσχύλος δ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων: ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προσβεβλημένοις. καὶ Σοφοκλῆς Πανδώρᾳ: καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας τρίψει γέμοντα μαλθακῆς ὑπ ὠλένης. Ἕρμιππος Μοίραις :

οἶσθά νυν ὅ μοι ποίησον· τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον. Λυκοῦργος δ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας: καὶ Φιλόξενος δ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν πίνετο νεκτάρεον πόμ ἐν χρυσέαις προτομαῖς ταύρων κεραστῶν,9 ἐβρέχοντο δὲ κατὰ μικρόν.

Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως. . ,11 ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει: "κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεστι ἀργυρᾶ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION