호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καρχήσιον.? Καλλίξεινος ὁ Ῥόδιος ἐν τοῖς περὶ Ἀλεξανδρείας φησὶν ὅτι ποτήριόν ἐστιν ἐπίμηκες, συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα, ἐστὶ δὲ ἱκανῶς ἐπίμηκες τὸ ποτήριον τὸ καρχήσιον,1 καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀσκληπιάδης δ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων. "τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ οἱο῀ν εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. "ἔχει δὲ τοῦτο κεραίας ἄνωθεν νευούσας ἐφ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον αὐτῷ θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς : "αὗται δὲ προὔχουσι μικρὸν ἐπ εὐθείας ἐξωτέρω. "ἐπὶ δὲ τοῦ θωρακίου εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα γιγνομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη. μνημονεύει δὲ τῶν καρχησίων καὶ Σαπφὼ ἐν τούτοις :
κῆνοι δ ἄρα πάντες καρχησία τ ἦχον κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ τῷ γαμβρῷ. Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ : στολὴν δὲ δὴ τίν εἶχεν· τοῦτό μοι φράσον. β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον. Σοφοκλῆς Τυροῖ: προσπτῆναι μέσην τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια, πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ.
ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ,4 καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ ὁ Λαμψακηνὸς ἐν τοῖς ῾` Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη. κάλπιον.
ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι Πάμφιλος. εἶναι δ αὐτὸ οἱό῀ν ἐστι τὸ σκαφίον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기