- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 39

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 39)

Μίμνερμος δὲ Ναννοῖ ὁ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου, λέγει δ οὕτως :? τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος,9 ἄκρον ἐφ ὕδωρ εὕδονθ ἁρπαλέως χώρου ἀφ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἁρ´μα καὶ ἵπποι ἑστᾶσ1 ὄφρ Ηὢς ἠριγένεια μόλῃ. ἔνθ ἐπεβήσεθ ἑῶν ὀχέων Ὑπερίονος υἱός. Θεόλυτος δ ἐν δευτέρῳ ῾` Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ Ὠκεανοῦ ἐπιφέρει:

"ὁ δ Ἡρακλῆς ἕλκεται ἐπ αὐτὸν τὸ τόξον ὡς βαλῶν,2 καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὁ δὲ δείσας παύεται. "ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην ἵν ἀνίσχει ὁ ἥλιος, ἔπειτα πορεύεται ῾ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. "καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. "ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας Ὠκεανὸς παύσασθαι κελεύει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION