호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκεῖνοσ οὐκ ἀξιῶν τοὺσ ὀνειδισμοὺσ ὑπομένειν ἤλαυνε τὸν ἵππον ἐκ τῆσ τάξεωσ, ὑπεριδὼν καὶ τῶν ἀποτρεπόντων φίλων ἐπὶ τὸν κατεψηφισμένον ὑπὸ τῆσ μοίρασ θάνατον ἐπειγόμενοσ. ὁμοίῳ δ’ ἀμφότεροι θυμῷ φερόμενοι καὶ λογισμὸν οὐχ ὧν πείσονται λαβόντεσ, ἀλλ’ ὧν ἐβούλοντο δρᾶσαι, συρράττουσι τοὺσ ἵππουσ ἐξ ἐναντίασ ἐλαύνοντεσ καὶ φέρουσι ταῖσ σαρίσαισ ἀφύκτουσ κατ’ ἀλλήλων πληγὰσ ἀμφότεροι δι’ ἀσπίδων τε καὶ θωράκων, ὁ μὲν εἰσ τὰ πλευρὰ βάψασ τὴν αἰχμήν, ὁ δ’ εἰσ τὰσ λαγόνασ· καὶ οἱ ἵπποι αὐτῶν ἐμπλέξαντεσ τὰ στήθη τῇ ῥύμῃ τῆσ φορᾶσ ἐπὶ τοῖσ ὀπισθίοισ ἀνίστανται ποσὶ καὶ τοὺσ ἐπιβάτασ ἀναχαιτίσαντεσ ἀποσείονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기