호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ γὰρ τὴν Ἡρακλέουσ στρατείαν ὀλίγοισ ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεοσ μὲν οὖσαν θυγατέρα, φόνον δ’ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆσ πατρίδοσ διὰ τὸ μύσοσ. συμμαχήσασαν δὲ τοῖσ Τρωσὶ μετὰ τὴν Ἕκτοροσ τελευτὴν πολλοὺσ ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δ’ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶσ ὑπ’ Ἀχιλλέωσ ἀναιρεθεῖσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기