호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺσ πλησιοχώρουσ, καὶ τοῖσ Μήδοισ ἀρχηγὸν γενέσθαι τῆσ τῶν ὅλων ἡγεμονίασ· ἔπειτα τοὺσ ἐκγόνουσ ἀεὶ προσκατακτωμένουσ πολλὴν τῆσ ὁμόρου χώρασ αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγουσ τοῦ καταπολεμηθέντοσ ὑπὸ Κύρου καὶ Περσῶν. περὶ ὧν νῦν ἡμεῖσ τὰ κεφάλαια προειρηκότεσ τὰ κατὰ μέροσ ὕστερον ἀκριβῶσ ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺσ οἰκείουσ χρόνουσ ἐπιβάλωμεν· κατὰ γὰρ τὸ δεύτερον ἔτοσ τῆσ ἑπτακαιδεκάτησ ὀλυμπιάδοσ ᾑρέθη βασιλεὺσ ὑπὸ Μήδων Κυαξάρησ καθ’ Ἡρόδοτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기