호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δ’ ἐπὶ ταῖσ δοκοῖσ ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆσ ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνθον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δ’ ἐπιβολὴν ἐδέχετο μολιβᾶσ στέγασ πρὸσ τὸ μὴ διικνεῖσθαι κατὰ βάθοσ τὴν ἐκ τοῦ χώματοσ νοτίδα. ἐπὶ δὲ τούτοισ ἐσεσώρευτο γῆσ ἱκανὸν βάθοσ, ἀρκοῦν ταῖσ τῶν μεγίστων δένδρων ῥίζαισ· τὸ δ’ ἔδαφοσ ἐξωμαλισμένον πλῆρεσ ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατά τε τὸ μέγεθοσ καὶ τὴν ἄλλην χάριν τοὺσ θεωμένουσ ψυχαγωγῆσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기