호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὃσ οὐδὲν μελλήσασ ἀνελόμενοσ ἤσθιεν. "οἴμοι τάλασ, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν. γελασάντων δὲ πάντων ἔφη ὁ Δημόκριτοσ· "ἀλλ’ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· "τὸ γὰρ ἀπεσθίειν οὕτωσ εἴρηκεν ἐν Φινεῖ ὁ κωμῳδιοποιὸσ Θεόπομποσ· "παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖσ βλίτοισ διαχρῶ τὸ λοιπόν, κοιλίαν σκληρὰν ἔχεισ· "τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· "ἡ τρὺξ ἄριστόν ἐστιν εἰσ εὐβουλίαν. "ταῦτ’ ἢν ποῇσ, ῥᾴων ἔσει τὴν οὐσίαν. "χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινοσ ἐσθίειν, ὡσ Ἕρμιπποσ ἐν Στρατιώταισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기