호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διαβᾶσι δὲ τὸν Ἰλισὸν χωρίον Ἄγραι καλούμενον καὶ ναὸσ Ἀγροτέρασ ἐστὶν Ἀρτέμιδοσ· ἐνταῦθα Ἄρτεμιν πρῶτον θηρεῦσαι λέγουσιν ἐλθοῦσαν ἐκ Δήλου, καὶ τὸ ἄγαλμα διὰ τοῦτο ἔχει τόξον. τὸ δὲ ἀκούσασι μὲν οὐχ ὁμοίωσ ἐπαγωγόν, θαῦμα δ’ ἰδοῦσι, στάδιόν ἐστι λευκοῦ λίθου. μέγεθοσ δὲ αὐτοῦ τῇδε ἄν τισ μάλιστα τεκμαίροιτο· ἄνωθεν ὄροσ ὑπὲρ τὸν Ἰλισὸν ἀρχόμενον ἐκ μηνοειδοῦσ καθήκει τοῦ ποταμοῦ πρὸσ τὴν ὄχθην εὐθύ τε καὶ διπλοῦν. τοῦτο ἀνὴρ Ἀθηναῖοσ Ἡρώδησ ᾠκοδόμησε, καί οἱ τὸ πολὺ τῆσ λιθοτομίασ τῆσ Πεντελῆσιν ἐσ τὴν οἰκοδομὴν ἀνηλώθη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기