호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον δὲ πολλοῖσ πλήθεσι ζευγῶν ὀρεικῶν τε καὶ βοεικῶν καταγαγοῦσα πρὸσ τὸν ποταμὸν ἐπεβίβασεν ἐπὶ τὴν σχεδίαν· ἐπὶ ταύτησ δὲ παρακομίσασα κατὰ τοῦ ῥεύματοσ μέχρι τῆσ Βαβυλωνίασ ἔστησεν αὐτὸν παρὰ τὴν ἐπισημοτάτην ὁδόν, παράδοξον θέαμα τοῖσ παριοῦσιν· ὅν τινεσ ὀνομάζουσιν ἀπὸ τοῦ σχήματοσ ὀβελίσκον, ὃν ἐν τοῖσ ἑπτὰ τοῖσ κατονομαζομένοισ ἔργοισ καταριθμοῦσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기