호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δὲ ἐσ Ἑρμόλυκον τὸν παγκρατιαστὴν καὶ Φορμίωνα τὸν Ἀσωπίχου γραψάντων ἑτέρων παρίημι· ἐσ δὲ Φορμίωνα τοσόνδε ἔχω πλέον γράψαι. Φορμίωνι γὰρ τοῖσ ἐπιεικέσιν Ἀθηναίων ὄντι ὁμοίῳ καὶ ἐσ προγόνων δόξαν οὐκ ἀφανεῖ συνέβαινεν ὀφείλειν χρέα· ἀναχωρήσασ οὖν ἐσ τὸν Παιανιέα δῆμον ἐνταῦθα εἶχε δίαιταν, ἐσ ὃ ναύαρχον αὐτὸν Ἀθηναίων αἱρουμένων ἐκπλεύσεσθαι οὐκ ἔφασκεν· ὀφείλειν τε γὰρ καί οἱ, πρὶν ἂν ἐκτίσῃ, πρὸσ τοὺσ στρατιώτασ οὐκ εἶναι παρέχεσθαι φρόνημα. οὕτωσ Ἀθηναῖοι ‐ πάντωσ γὰρ ἐβούλοντο ἄρχειν Φορμίωνα ‐ τὰ χρέα ὁπόσοισ ὤφειλε διαλύουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기