호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πλησίον δὲ ἱερὸν θεῶν ἐστιν ἃσ καλοῦσιν Ἀθηναῖοι Σεμνάσ, Ἡσίοδοσ δὲ Ἐρινῦσ ἐν Θεογονίᾳ. πρῶτοσ δέ σφισιν Αἰσχύλοσ δράκοντασ ἐποίησεν ὁμοῦ ταῖσ ἐν τῇ κεφαλῇ θριξὶν εἶναι· τοῖσ δὲ ἀγάλμασιν οὔτε τούτοισ ἔπεστιν οὐδὲν φοβερὸν οὔτε ὅσα ἄλλα κεῖται θεῶν τῶν ὑπογαίων. κεῖται δὲ καὶ Πλούτων καὶ Ἑρμῆσ καὶ Γῆσ ἄγαλμα· ἐνταῦθα θύουσι μὲν ὅσοισ ἐν Ἀρείῳ πάγῳ τὴν αἰτίαν ἐξεγένετο ἀπολύσασθαι, θύουσι δὲ καὶ ἄλλωσ ξένοι τε ὁμοίωσ καὶ ἀστοί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기