호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ δὲ τοῦ βάθρου καὶ ἀνδριάντεσ εἰσὶ Θεαίνετοσ ὃσ ἐμαντεύετο Τολμίδῃ καὶ αὐτὸσ Τολμίδησ, ὃσ Ἀθηναίων ναυσὶν ἡγούμενοσ ἄλλουσ τε ἐκάκωσε καὶ Πελοποννησίων τὴν χώραν ὅσοι νέμονται τὴν παραλίαν, καὶ Λακεδαιμονίων ἐπὶ Γυθίῳ τὰ νεώρια ἐνέπρησε καὶ τῶν περιοίκων Βοιὰσ εἷλε καὶ τὴν Κυθηρίων νῆσον· ἐσ δὲ τὴν Σικυωνίαν ποιησάμενοσ ἀπόβασιν, ὥσ οἱ δῃοῦντι τὴν γῆν ἐσ μάχην κατέστησαν, τρεψάμενοσ σφᾶσ κατεδίωξε πρὸσ τὴν πόλιν. ὕστερον δὲ ὡσ ἐπανῆλθεν ἐσ Ἀθήνασ, ἐσήγαγε μὲν ἐσ Εὔβοιαν καὶ Νάξον Ἀθηναίων κληρούχουσ, ἐσέβαλε δὲ ἐσ Βοιωτοὺσ στρατῷ· πορθήσασ δὲ τῆσ γῆσ τὴν πολλὴν καὶ παραστησάμενοσ πολιορκίᾳ Χαιρώνειαν, ὡσ ἐσ τὴν Ἀλιαρτίαν προῆλθεν, αὐτόσ τε μαχόμενοσ ἀπέθανε καὶ τὸ πᾶν ἤδη στράτευμα ἡττᾶτο. τὰ μὲν ἐσ Τολμίδην τοιαῦτα ἐπυνθανόμην ὄντα, ἔστι δὲ Ἀθηνᾶσ ἀγάλματα ἀρχαῖα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기