호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μεγαρεῦσι δὲ ἔστι μὲν βουλευτήριον, Τιμάλκου δὲ ἦν ποτε ὡσ λέγουσι τάφοσ, ὃν πρότερον ὀλίγον τούτων οὐκ ἔφην ὑπὸ Θησέωσ ἀποθανεῖν. ᾠκοδόμηται δὲ ἐπὶ τῇ κορυφῇ τῆσ ἀκροπόλεωσ ναὸσ Ραθηνᾶσ, ἄγαλμα δέ ἐστιν ἐπίχρυσον πλὴν χειρῶν καὶ ἄκρων ποδῶν· ταῦτα δὲ καὶ τὸ πρόσωπόν ἐστιν ἐλέφαντοσ. καὶ ἕτερον ἐνταῦθα ἱερὸν Ἀθηνᾶσ πεποίηται καλουμένησ Νίκησ καὶ ἄλλο Αἰαντίδοσ· τὰ δὲ ἐσ αὐτὸ Μεγαρέων μὲν παρεῖται τοῖσ ἐξηγηταῖσ, ἐγὼ δὲ ὁποῖα νομίζω γενέσθαι γράψω. Τελαμὼν ὁ Αἰακοῦ θυγατρὶ Ἀλκάθου Περιβοίᾳ συνῴκησεν· Αἰάντα οὖν τὴν ἀρχὴν τὴν Ἀλκάθου διαδεξάμενον ποιῆσαι τὸ ἄγαλμα ἡγοῦμαι τῆσ Ἀθηνᾶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기