- 텍스트

Polybius, Histories, book 5, chapter 108

(폴리비오스, Histories, book 5, chapter 108)

καθόλου δ ἔκρινε πολεμεῖν πρὸς τὸν Σκερδιλαΐδαν, νομίζων ἀναγκαιότατον εἶναι παρευτρεπίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πρός τε τὰς ἄλλας ἐπιβολὰς καὶ μάλιστα πρὸς τὴν εἰς Ἰταλίαν διάβασιν.? ὁ γὰρ Δημήτριος οὕτως ἐξέκαιε τὴν ἐλπίδα καὶ τὴν ἐπιβολὴν τῷ βασιλεῖ ταύτην συνεχῶς, ὥστε κατὰ τοὺς ὕπνους τὸν Φίλιππον ταῦτ ὀνειρώττειν καὶ περὶ ταύτας εἶναι τὰς πράξεις.

ἐποίει δὲ ταῦτα Δημήτριος οὐ Φιλίππου χάριν - τούτῳ μὲν γὰρ τρίτην ἴσως ἐν τούτοις ἔνεμε μερίδα - μᾶλλον δὲ τῆς πρὸς Ῥωμαίους δυσμενείας, τὸ δὲ πλεῖστον ἕνεκεν αὑτοῦ καὶ τῶν ἰδίων ἐλπίδων:

μόνως γὰρ οὕτως ἐπέπειστο τὴν ἐν τῷ Φάρῳ δυναστείαν κατακτήσασθαι πάλιν.

πλὴν ὅ γε Φίλιππος στρατεύσας ἀνεκτήσατο μὲν τὰς προειρημένας πόλεις, κατελάβετο δὲ τῆς μὲν Δασσαρήτιδος Κρεώνιον καὶ Γεροῦντα, τῶν δὲ περὶ τὴν Λυχνιδίαν λίμνην Ἐγχελᾶνας, Κέρακα, Σατίωνα, Βοιούς, τῆς δὲ Καλοικίνων χώρας Βαντίαν, ἔτι δὲ τῶν καλουμένων Πισαντίνων Ὀργησσόν.

ἐπιτελεσάμενος δὲ ταῦτα διαφῆκε τὰς δυνάμεις εἰς παραχειμασίαν.

ἦν δ ὁ χειμὼν οὗτος, καθ ὃν Ἀννίβας, πεπορθηκὼς τοὺς ἐπιφανεστάτους τόπους τῆς Ἰταλίας ἔμελλε περὶ τὸ Γερούνιον τῆς Δαυνίας ποιεῖσθαι τὴν παραχειμασίαν. Ῥωμαῖοι δὲ τότε κατέστησαν στρατηγοὺς αὑτῶν Γάιον Τερέντιον καὶ Λεύκιον Αἰμίλιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION