호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πράξεως.? ἐν ᾧ δὴ γένει μάλιστ ἄν τις ἐπιτιμήσειε τοῖς ἡγουμένοις. εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, δι ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμήσειεν·
εἴτ ἐκμετρησάμενοι τὸ καθ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, ἃ μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν, εἰκῇ καὶ τοῖς τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον ἐγκαλεῖν·
ἀλλ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολλοὺς τρόπους, κατ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ καταφρονηθῶσι.
πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα:
πλείους γὰρ ἂν εὑρ´οι τις τῶν ἀποτυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δ εἰς τὸν ἔσχατον παραγεγονότας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων. πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλλουσι πᾶσιν:
οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι.
διόπερ οὐδέποτε ταῖς τοιαύταις ἐπινοίαις εἰκῇ χρηστέον τοὺς ἐπὶ πραγμάτων ταττομένους.
ὁ δὲ τρόπος τῆς ἐκμετρήσεως καὶ κατασκευῆς τῶν τοιούτων εὐχερὴς καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς.
νῦν μὲν οὖν τὸ συνεχὲς τῆς διηγήσεως ἀποδοτέον:
περὶ δὲ τοῦ τοιούτου γένους πάλιν μεταλαβόντες ἁρμόζοντα καιρὸν καὶ τόπον κατὰ τὴν πραγματείαν πειρασόμεθα συνυποδεικνύειν πῶς ἄν τις ἥκιστα περὶ τὰς τοιαύτας ἐπιβολὰς ἁμαρτάνοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기