- 텍스트

Polybius, Histories, book 5, chapter 85

(폴리비오스, Histories, book 5, chapter 85)

αὐτὸς δ ἐξαγαγὼν κατὰ κέρας τοὺς ἱππεῖς καὶ τοὺς ὑπὸ τὰ θηρία τεταγμένους τῆς μὲν ἐφόδου τῶν θηρίων ἐκτὸς ἐγεγόνει, τοὺς δὲ τῶν πολεμίων ἱππεῖς, οὓς μὲν ὑπεραίρων, οἷς δὲ κατὰ κέρας ἐμβάλλων, ταχέως ἐτρέψατο.? τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν:

προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην. τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον.

αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας.

Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν.

διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον.

οἱ μὲν οὖν ἐπίλεκτοι τῶν Συριακῶν βραχύν τινα χρόνον ἀντέστησαν, οἵ τε μετὰ τοῦ Νικάρχου ταχέως ἐγκλίναντες ὑπεχώρουν:

ὁ δ Ἀντίοχος, ὡς ἂν ἄπειρος καὶ νέος, ὑπολαμβάνων ἐκ τοῦ καθ ἑαυτὸν μέρους καὶ τὰ λοιπὰ παραπλησίως αὑτῷ πάντα νικᾶν, ἐπέκειτο τοῖς φεύγουσιν.

ὀψὲ δέ ποτε τῶν πρεσβυτέρων τινὸς ἐπιστήσαντος αὐτόν, καὶ δείξαντος φερόμενον τὸν κονιορτὸν ἀπὸ τῆς φάλαγγος ἐπὶ τὴν ἑαυτῶν παρεμβολήν, τότε συννοήσας τὸ γινόμενον ἀνατρέχειν ἐπειρᾶτο μετὰ τῆς βασιλικῆς ἴλης ἐπὶ τὸν τῆς παρατάξεως τόπον.

καταλαβὼν δὲ τοὺς παρ αὑτοῦ πάντας πεφευγότας, οὕτως ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ῥαφίαν, τὸ μὲν καθ αὑτὸν μέρος πεπεισμένος νικᾶν, διὰ δὲ τὴν τῶν ἄλλων ἀγεννίαν καὶ δειλίαν ἐσφάλθαι νομίζων τοῖς ὅλοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION