- 텍스트

Polybius, Histories, book 5, chapter 82

(폴리비오스, Histories, book 5, chapter 82)

Οἱ δὲ βασιλεῖς πένθ ἡμέρας ἀντιστρατοπεδεύσαντες ἀλλήλοις, ἔγνωσαν ἀμφότεροι διὰ μάχης κρίνειν τὰ πράγματα.? καταρχομένων δὲ τῶν περὶ τὸν Πτολεμαῖον κινεῖν τὴν δύναμιν ἐκ τοῦ χάρακος, εὐθέως οἱ περὶ τὸν Ἀντίοχον ἀντεξῆγον.

καὶ τὰς μὲν φάλαγγας ἀμφότεροι καὶ τοὺς ἐπιλέκτους τοὺς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους κατὰ πρόσωπον ἀλλήλων ἔταξαν, τὰ δὲ κέρατα Πτολεμαίῳ μὲν ἑκάτερα τουτονὶ συνίστατο τὸν τρόπον. Πολυκράτης μὲν εἶχε μετὰ τῶν ὑφ ἑαυτὸν ἱππέων τὸ λαιὸν κέρας:

τούτου δὲ καὶ τῆς φάλαγγος μεταξὺ Κρῆτες ἦσαν παρ αὐτοὺς τοὺς ἱππεῖς, ἑξῆς δὲ τούτοις τὸ βασιλικὸν ἄγημα, μετὰ δὲ τούτους οἱ μετὰ Σωκράτους πελτασταί, συνάπτοντες τοῖς Λίβυσι τοῖς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένοις.

ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν ὁ Θετταλός, ἔχων τοὺς ὑφ αὑτὸν ἱππεῖς:

παρὰ δὲ τοῦτον ἐκ τῶν εὐωνύμων. ἵσταντο Γαλάται καὶ Θρᾷκες:

ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγγίταις. τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖσθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατ αὐτοὺς τοὺς μισθοφόρους ἱππεῖς.

Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφ ὧν ἦν Φίλιππος ὁ σύντροφος αὐτοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθ ὃ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ τὸν Πτολεμαῖον:

τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπ Ἀντίπατρον ταττομένους ἐπέστησε, δισχιλίους δ ἐν ἐπικαμπίῳ παρενέβαλε.

παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε:

τούτοις δ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους: μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε. μετὰ δὲ τούτους Κισσίους καὶ Μήδους καὶ Καρμανίους, παρὰ δὲ τούτους Ἄραβας ἅμα τοῖς προσχώροις, συνάπτοντας τῇ φάλαγγι.

τὰ δὲ κατάλοιπα τῶν θηρίων τοῦ λαιοῦ κέρατος προεβάλετο, τῶν βασιλικῶν τινα γεγονότα παίδων ἐπιστήσας Μυΐσκον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION