- 텍스트

Polybius, Histories, book 5, chapter 81

(폴리비오스, Histories, book 5, chapter 81)

Κατὰ δὲ τὸν καιρὸν τοῦτον Θεόδοτος Αἰτωλικῇ μέν, οὐκ ἀνάνδρῳ δ ἐπεβάλετο τόλμῃ καὶ πράξει.? συνειδὼς γὰρ ἐκ τῆς προγεγενημένης συμβιώσεως τὴν τοῦ βασιλέως αἱρ´εσιν καὶ δίαιταν ποία τις ἦν, εἰσπορεύεται τρίτος γενόμενος ὑπὸ τὴν ἑωθινὴν εἰς τὸν τῶν πολεμίων χάρακα.

κατὰ μὲν οὖν τὴν ὄψιν ἄγνωστος ἦν διὰ τὸ σκότος, κατὰ δὲ τὴν ἐσθῆτα καὶ τὴν ἄλλην περικοπὴν ἀνεπισήμαντος διὰ τὸ ποικίλην εἶναι κἀκείνων τὴν δύναμιν.

τῇ μὲν τόλμῃ συντετελεκὼς τὴν πρόθεσιν, τῇ δὲ προνοίᾳ διεσφαλμένος διὰ τὸ μὴ καλῶς ἐξητακέναι ποῦ τὴν ἀνάπαυσιν ὁ Πτολεμαῖος εἰώθει ποιεῖσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION