- 텍스트

Polybius, Histories, book 5, chapter 74

(폴리비오스, Histories, book 5, chapter 74)

Ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συνεγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας.? οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν:

οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος.

δοθείσης δ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον.

δι ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν:

ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION