호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφ ᾧ παραλαβεῖν ἄνευ κινδύνου τὴν Σελεύκειαν:? ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγεμόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου.
διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγονέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς πόλεως.
ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν:
διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς.
διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν.
οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν ἢ κατὰ κράτος ἁλῶναι τὴν πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기