호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.? τῆς ἀποστάσεως φθάσειν ἐμβαλὼν εἰς Συρίαν καὶ συνεργοῖς χρησάμενος Κυρρησταῖς τοῖς ἀποστάταις γεγονόσι τοῦ βασιλέως ταχέως ἂν κρατῆσαι τῶν κατὰ τὴν βασιλείαν πραγμάτων, ὡρ´μησε μετὰ πάσης τῆς δυνάμεως ἐκ Λυδίας.
παραγενόμενος δ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις·
Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου. καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα.
καὶ πολλὰς ὠφελείας παρασκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기