- 텍스트

Polybius, Histories, book 5, chapter 52

(폴리비오스, Histories, book 5, chapter 52)

πρὸς τὰς τοῦ βασιλέως ἐλπίδας.? κριθείσης δὲ τῆς τοῦ Ζεύξιδος γνώμης, παραυτίκα διελόντες τὴν δύναμιν εἰς τρία μέρη κατὰ τριττοὺς τόπους τοῦ ποταμοῦ διεπεραίουν τὸ πλῆθος καὶ τὰς ἀποσκευάς. χρησάμενοι δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν ταῖς ἀναζυγαῖς ὀγδοαῖοι τὸ καλούμενον Ὀρεικὸν ὑπερέβαλον καὶ κατῆραν εἰς Ἀπολλωνίαν.

σπεύδων, εἰ δύναιτο, προκαταλαβέσθαι τὴν τραχεῖαν τῆς Ἀπολλωνιάτιδος διὰ τὸ πιστεύειν τῷ πλήθει τῶν σφενδονητῶν τῶν προσαγορευομένων Κυρτίων.

πράξας δὲ τὸ κριθὲν ταχεῖαν ἐποιεῖτο καὶ σύντονον τὴν πορείαν.

ἅμα δὲ τοῦ τε Μόλωνος συνάπτοντος τοῖς προειρημένοις τόποις καὶ τοῦ βασιλέως ἐκ τῆς Ἀπολλωνίας ὁρμήσαντος μετὰ πάσης δυνάμεως, συνέβη τοὺς ὑπ ἀμφοτέρων προαποσταλέντας εὐζώνους ἅμα συμπεσεῖν ἐπί τινας ὑπερβολάς:

οἳ τὸ μὲν πρῶτον συνεπλέκοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρ ἀμφοῖν δυνάμεις ἀπέστησαν.

καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατοπέδευσαν τετταράκοντα σταδίους ἀπ ἀλλήλων διεστῶτες: τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον.

ἐπιλέξας δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν.

ταχὺ δ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀποχώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε θορύβου καὶ ταραχῆς:

δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφοδον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION