- 텍스트

Polybius, Histories, book 5, chapter 51

(폴리비오스, Histories, book 5, chapter 51)

Ἀντίοχος δὲ παραγενόμενος ἐπὶ τὸν Εὐφράτην καὶ προσαναλαβὼν τὴν δύναμιν αὖτις ἐξώρμα, καὶ διανύσας εἰς Ἀντιόχειαν τὴν ἐν Μυγδονίᾳ περὶ τροπὰς χειμερινὰς ἐπέμεινε, θέλων ἀποδέξασθαι τὴν ἐπιφορὰν καὶ τὴν ἀκμὴν τοῦ χειμῶνος.? μείνας δὲ περὶ τετταράκονθ ἡμέρας προῆγεν εἰς Λίββαν.

ἀπολογιζόμενος τήν τε λοιπὴν δυσχέρειαν τῆς παρὰ τὸν ποταμὸν πορείας καὶ διότι δέοι διανύσαντας ἱκανοὺς τόπους, μετὰ ταῦτα διελθόντας ὁδὸν ἔρημον ἡμερῶν ἕξ, παραγενέσθαι πρὸς τὴν Βασιλικὴν διώρυχα καλουμένην:

ἧς προκαταληφθείσης ὑπὸ τῶν πολεμίων ἀδύνατον μὲν γενέσθαι τὴν διάβασιν αὐτῆς, ἐπισφαλῆ δὲ προφανῶς τὴν διὰ τῆς ἐρήμου πάλιν ἀποχώρησιν, καὶ μάλιστα διὰ τὴν ἐσομένην ἔνδειαν τῶν ἐπιτηδείων.

πρόδηλον δὲ τὴν δαψίλειαν τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις διὰ τὴν ἀρετὴν τῆς χώρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION