- 텍스트

Polybius, Histories, book 5, chapter 40

(폴리비오스, Histories, book 5, chapter 40)

τὰ δὲ διαπιστήσας τοῖς περὶ τὴν αὐλὴν διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις ἀξιολόγους παρασχόμενος χρείας τῷ βασιλεῖ περί τε τἄλλα καὶ περὶ τὴν πρώτην ἐπιβολὴν Ἀντιόχου τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, μὴ οἱο῀ν ἐπὶ τούτοις τυχεῖν τινος χάριτος, ἀλλὰ τοὐναντίον ἀνακληθεὶς εἰς τὴν Ἀλεξάνδρειαν παρ ὀλίγον κινδυνεῦσαι τῷ βίῳ, διὰ ταύτας τὰς αἰτίας ἐπεβάλετο τότε λαλεῖν Ἀντιόχῳ καὶ τὰς κατὰ Κοίλην Συρίαν πόλεις ἐγχειρίζειν.? τοῦ δ ἀσμένως δεξαμένου τὴν ἐλπίδα, ταχεῖαν ἐλάμβανε τὸ πρᾶγμα τὴν οἰκονομίαν.

ἵνα δὲ καὶ περὶ ταύτης τῆς οἰκίας τὸ παραπλήσιον ποιήσωμεν, ἀναδραμόντες ἐπὶ τὴν παράληψιν τῆς Ἀντιόχου δυναστείας ἀπὸ τούτων τῶν καιρῶν ποιησόμεθα κεφαλαιώδη τὴν ἔφοδον ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λέγεσθαι πολέμου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION